Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 10.25 | Dem. 10.29 (English) | >>Dem. 10.33 |
10.27ἀλλʼ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι , οὐ μόνον ἤδη πάρεστιν , ἀλλὰ καὶ πάλαι παρελήλυθε , τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ . διαφέρει δὲ τί ; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη , καὶ μείζω ταύτης οὐκ οἶδʼ ἥντινʼ ἂν εἴποι τις · δούλῳ δὲ πληγαὶ χὠ τοῦ σώματος αἰκισμός , ὃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον .
τὸ μὲν τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , πρὸς τὰ τοιαῦτʼ ὀκνηρῶς διακεῖσθαι , ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον , ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον , οὐδὲ πολλοῦ δεῖ , οὐ μὴν ἀλλʼ ἔχει τινὰ πρόφασιν ὅμως · τὸ δὲ μηδʼ ὅσʼ ἀκοῦσαι δεῖ μηδʼ ὅσα βουλεύσασθαι προσήκει , μηδὲ ταῦτʼ ἐθέλειν ἀκούειν , τοῦτʼ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν .
10.29ὑμεῖς τοίνυν οὐκ ἀκούειν , πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα , οὐχὶ βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατʼ ἐφʼ ἡσυχίας , ἀλλʼ ὅταν μὲν ἐκεῖνος παρασκευάζηται , ἀμελήσαντες τοῦ ποιεῖν ταὐτὸ καὶ ἀντιπαρασκευάζεσθαι ῥᾳθυμεῖτε , καὶ ἄν τι λέγῃ τις , ἐκβάλλετε , ἐπειδὰν δʼ ἀπολωλὸς ἢ πολιορκούμενόν τι πύθησθε , ἀκροᾶσθε καὶ παρασκευάζεσθε ·
10.30ἦν δʼ ἀκηκοέναι μὲν καὶ βεβουλεῦσθαι τότε καιρός , ὅθʼ ὑμεῖς οὐκ ἠθέλετε , πράττειν δὲ καὶ χρῆσθαι τοῖς παρεσκευασμένοις νῦν , ἡνίκʼ ἀκούετε . τοιγαροῦν ἐκ τῶν τοιούτων ἐθῶν μόνοι τῶν πάντων ἀνθρώπων ὑμεῖς τοῖς ἄλλοις τοὐναντίον ποιεῖτε · οἱ μὲν γὰρ ἄλλοι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι , ὑμεῖς δὲ μετὰ τὰ πράγματα .
10.28
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 10.25 | Dem. 10.29 (English) | >>Dem. 10.33 |